Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.87 Joseph. AJ 17.92 (English) >>Joseph. AJ 17.95

17.90καὶ αὐτῶν συνεδρευόντων παρῆν Ἀντίπατρος οὐδενὸς αὐτῷ ἐκπύστου γεγονότος. εἴσεισιν δὲ εἰς τὸ βασίλειον ἔτι πορφυρίδας ἀμπεχόμενος, καὶ αὐτὸν μὲν δέχονται οἱ ἐπὶ θύραις, ἀνείργουσι δὲ τοὺς φίλους. 17.91ἐθορυβεῖτο δὲ ἤδη σαφῶς οἷ ἐληλύθει κατανοῶν, ἐπειδὴ καὶ πατὴρ προσιόντα αὐτὸν ὡς ἀσπάσαιτο ἀπεώσατο, ἀδελφοκτονίαν τε ἐπικαλῶν καὶ βούλευσιν ὀλέθρου τοῦ ἐπʼ αὐτῷ, πάντων τε ἀκροατὴν καὶ δικαστὴν ἔσεσθαι Οὔαρον τῇ αὔριον. 17.92καὶ μὲν τοιούτου κακοῦ ἅμα τε ἀκροαθέντος καὶ παρόντος τῷ μεγέθει περιφερόμενος ᾤχετο, ὑπαντιάζουσιν δʼ αὐτὸν τε μήτηρ καὶ γυνή, αὕτη δὲ ἦν ἤδη Ἀντιγόνῳ παῖς τῷ πρὸ Ἡρώδου Ἰουδαίων βεβασιλευκότι, παρʼ ὧν τὰ πάντα ἐκμαθὼν ἐν παρασκευαῖς τοῦ ἀγῶνος ἦν. 17.93

Τῇ δʼ ἑξῆς συνήδρευεν μὲν Οὔαρός τε καὶ βασιλεύς, εἰσεκλήθησαν δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς βασιλέως Σαλώμη τε ἀδελφή, εἶτʼ εἴ τινες μηνύσειν ἔμελλον καὶ ὧν βάσανοι γεγόνασιν, δοῦλοί τε μητρῷοι τοῦ Ἀντιπάτρου μικρῷ πρότερον συνειλημμένοι ʼκεῖνον ἥκειν, ἐπιστολὴν φέροντες, ἧς τὸ κεφάλαιον τῶν γεγραμμένων ἦν μὴ ἐπανιέναι ὡς πάντων τῷ πατρὶ ἡκόντων εἰς πύστιν, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ σὺν αὐτῇ τὸ μὴ πατρὶ ὑποχείριον γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.87 Joseph. AJ 17.92 (English) >>Joseph. AJ 17.95

Powered by PhiloLogic